Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Eksodos

Αἴγισθος
ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,
 
εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.
Ὀρέστης
αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει.
Αἴγισθος
οἴμοι, τί λεύσσω; 1475
Ὀρέστης
τίνα φοβεῖ; τίνʼ ἀγνοεῖς;
Αἴγισθος
τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;
Ὀρέστης
οὐ γὰρ αἰσθάνει πάλαι
 
ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;
Αἴγισθος
οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπως 1480
 
ὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ.
Ὀρέστης
καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.
Αἴγισθος
ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες
 
κἂν σμικρὸν εἰπεῖν.
Ἠλέκτρα
μὴ πέρα λέγειν ἔα
 
πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους. 1485
 
τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων
 
θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;
 
ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες
 
ταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν,
 
ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶν 1490
 
μόνον γένοιτο τῶν πάλαι λυτήριον. 1490
Ὀρέστης
χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ
 
νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.
Αἴγισθος
τί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸν
 
τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;
Ὀρέστης
μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανες 1495
 
πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.
Αἴγισθος
ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν
 
τά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;
Ὀρέστης
τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος.
← Önceki Eksodos · 2 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi