Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Parodos

[Episode]
φόνον ἡμετέρου,
Ἠλέκτρα
καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·
 
μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
 
λύπης ἀντίρροπον ἄχθος. 120
[Choral 1]
ὦ παῖ, παῖ δυστανοτάτας
Χορός
Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ
 
τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν
 
τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
 
ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα 125
 
κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
 
ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.
Ἠλέκτρα
ὦ γενέθλα γενναίων,
 
ἥκετʼ ἐμῶν καμάτων παραμύθιον. 130
 
οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με
 
φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,
 
μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.
 
ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
 
ἐᾶτέ μʼ ὧδʼ ἀλύειν, 135
 
αἰαῖ, ἱκνοῦμαι.
Χορός
ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα
 
παγκοίνου λίμνας πατέρʼ ἀν-
 
στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.
 
ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον 140
 
ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,
 
ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.
 
τί μοι τῶν δυσφόρων ἐφίει;
Ἠλέκτρα
νήπιος ὃς τῶν οἰκτρῶς
 
οἰχομένων γονέων ἐπιλάθεται. 145
 
ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,
 
ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
← Önceki Parodos · 2 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi