Epeisodion 2
Παιδαγωγός
ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους
ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.
Κλυταιμνήστρα
ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου
πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.
Παιδαγωγός
Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
670
Κλυταιμνήστρα
τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν
ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.
Παιδαγωγός
τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
Ἠλέκτρα
οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
Κλυταιμνήστρα
τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
675
Παιδαγωγός
θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
Ἠλέκτρα
ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.
Κλυταιμνήστρα
σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,
τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
Παιδαγωγός
κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
680
κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,
ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων
δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
685
δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα
νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·
ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
690
δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,
τούτων ἐνεγκὼν πάντα τἀπινίκια
ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,
ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.
695