Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 3

Χορός
καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
Χρυσόθεμις
καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν
 
ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν
 
τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
 
ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος 995
 
αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;
 
οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,
 
σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.
 
δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,
 
ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται. 1000
 
τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
 
ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
 
ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
 
κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.
 
λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ 1005
 
βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.
 
οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν
 
χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.
 
ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
 
ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος, 1010
 
κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα
 
ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,
 
αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
 
σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
Χορός
πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ 1015
 
κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.
Ἠλέκτρα
ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼ
 
ᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην.
 
ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέον
 
τοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν. 1020
← Önceki Epeisodion 3 · 5 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi