Thesauros Edebiyat Tragedya Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 4

Φιλοκτήτης
ἄνω
Νεοπτόλεμος
τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; 815
Φιλοκτήτης
μέθες μέθες με.
Νεοπτόλεμος
ποῖ μεθῶ;
Φιλοκτήτης
μέθες ποτέ.
Νεοπτόλεμος
οὔ φημʼ ἐάσειν.
Φιλοκτήτης
ἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς.
Νεοπτόλεμος
καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς.
Φιλοκτήτης
ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχω
 
τὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ. 820
Νεοπτόλεμος
τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
 
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
 
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
 
μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸς
 
αἱμορραγὴς φλέψ. ἀλλʼ ἐάσωμεν, φίλοι, 825
 
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
← Önceki Epeisodion 4 · 4 / 4 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi