Thesauros Edebiyat Tragedya Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 7

Ἄγγελος
πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν
 
στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
 
ὁ δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, 1610
 
πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα,
 
οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.
 
ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι
 
τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·
 
σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνον 1615
 
τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.
 
τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον
 
ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι
 
τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.
 
τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοι 1620
 
λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος
 
γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,
 
ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς
 
θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
 
στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας, 1625
 
καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·
 
ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν
 
χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.
 
ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,
 
αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα. 1630
 
κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα,
 
δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,
 
ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον
 
μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν
 
μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί. 1635
 
ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα
 
κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.
← Önceki Epeisodion 7 · 2 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi