Thesauros Edebiyat Tragedya Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Stasimon 1

[Choral 1]
δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν· 510
Χορός
ὅμως δʼ ἔραμαι πυθέσθαι
Οἰδίπους
τί τοῦτο;
Χορός
τᾶς δειλαίας ἀπόρου φανείσας
 
ἀλγηδόνος, ᾇ ξυνέστας.
Οἰδίπους
μὴ πρὸς ξενίας ἀνοίξῃς 515
 
τᾶς σᾶς ἃ πέπονθʼ ἀναιδῆ.
Χορός
τό τοι πολὺ καὶ μηδαμὰ λῆγον
 
χρῄζω, ξεῖνʼ, ὀρθὸν ἄκουσμʼ ἀκοῦσαι.
Οἰδίπους
ὤμοι.
Χορός
στέρξον, ἱκετεύω.
Οἰδίπους
φεῦ φεῦ.
Χορός
πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις. 520
Οἰδίπους
ἤνεγκʼ οὖν κακότατʼ, ὦ ξένοι, ἤνεγκʼ ἀέκων μέν,
 
θεὸς ἴστω,
 
τούτων δʼ αὐθαίρετον οὐδέν.
Χορός
ἀλλʼ ἐς τί;
Οἰδίπους
κακᾷ μʼ εὐνᾷ πόλις οὐδὲν ἴδριν 525
 
γάμων ἐνέδησεν ἄτᾳ.
Χορός
ἦ ματρόθεν, ὡς ἀκούω,
 
δυσώνυμα λέκτρʼ ἐπλήσω;
Οἰδίπους
ὤμοι θάνατος μὲν τάδʼ ἀκούειν,
 
ὦ ξεῖνʼ· αὗται δὲ δύʼ ἐξ ἐμοῦ μὲν 530
Χορός
πῶς φῄς;
Οἰδίπους
παῖδε, δύο δʼ ἄτα
Χορός
ὦ Ζεῦ.
Οἰδίπους
ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.
[Choral 2]
σαί τʼ εἴσʼ ἄρʼ ἀπόγονοί τε καὶ 535
Οἰδίπους
κοιναί γε πατρὸς ἀδελφεαί.
Χορός
ἰώ.
← Önceki bölüm Stasimon 1 · 1 / 2 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi