Thesauros Edebiyat Tragedya Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 3

Θησεύς
ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως
 
οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·
 
ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν
 
κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς
 
τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν 915
 
ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,
 
καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ
 
ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.
 
καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·
 
οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, 920
 
οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο
 
συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
 
ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
 
οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,
 
οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, 925
 
ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
 
οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην
 
ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
 
σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
 
τὴν αὐτὸς αὑτοῦ, καί σʼ ὁ πληθύων χρόνος 930
 
γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
 
εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
 
τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά,
 
εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
 
εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι 935
 
τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
Χορός
ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ
 
φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.
Κρέων
ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,
 
ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς, 940
← Önceki Epeisodion 3 · 8 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi