Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 5

Μήδεια
ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
 
ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, 1030
 
στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
 
ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
 
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
 
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
 
ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ 1035
 
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
 
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
 
ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
 
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
 
φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα; 1040
 
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
 
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
 
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
 
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
 
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς. 1045
 
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
 
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
 
οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
 
καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
 
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους; 1050
 
τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
 
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
 
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
 
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
 
αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ. 1055
 
ἆ ἆ.
 
μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
 
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
← Önceki Epeisodion 5 · 2 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi