Epeisodion 1
Μήδεια
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.
305
σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—
ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν
310
μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
σιγησόμεσθα, κρεισσόνων νικώμενοι.
315
Κρέων
λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν
ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,
τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.
320
ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·
ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Μήδεια
μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
Κρέων
λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.
325
Μήδεια
ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρέων
φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
Μήδεια
ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρέων
πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μήδεια
φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.
330
Κρέων
ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
Μήδεια
Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.