Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Stasimon 1

[Choral 1]
οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει. 420
Χορός
μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν
 
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
 
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
 
ὤπασε θέσπιν ἀοιδὰν 425
 
Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον
 
ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει
 
πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν. 430
[Choral 2]
σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
Χορός
μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου
 
πέτρας· ἐπὶ δὲ ξένᾳ
 
ναίεις χθονί, τᾶς ἀνάνδρου 435
 
κοίτας ὀλέσασα λέκτρον,
 
τάλαινα, φυγὰς δὲ χώρας
 
ἄτιμος ἐλαύνῃ.
 
βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς
 
Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα. 440
 
σοὶ δ’ οὔτε πατρὸς δόμοι,
 
δύστανε, μεθορμίσασθαι
 
μόχθων πάρα, τῶν τε λέκτρων
 
ἄλλα βασίλεια κρείσσων
 
δόμοισιν ἐπέστα. 445
← Önceki Stasimon 1 · 3 / 3 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi