Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 2

Μήδεια
ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
 
ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
 
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
 
ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
 
δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας 480
 
σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
 
κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
 
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς
 
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
 
σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· 485
 
Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,
 
παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.
 
καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν
 
προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη—
 
παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι, 490
 
συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
 
ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν
 
ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι,
 
ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,
 
ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν. 495
 
φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,
 
καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα
 
κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.
 
ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι
 
—δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; 500
 
ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—
 
νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
 
οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
 
ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν
 
δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον. 505
← Önceki Epeisodion 2 · 2 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi