Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 2

Ἰάσων
σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
 
φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
Μήδεια
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
 
μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
Ἰάσων
οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ; 600
 
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,
 
μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
Μήδεια
ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,
 
ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
Ἰάσων
αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. 605
Μήδεια
τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
Ἰάσων
ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
Μήδεια
καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.
Ἰάσων
ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
 
ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ 610
 
προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
 
λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
 
ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.
 
καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·
 
λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα. 615
Μήδεια
οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν,
 
οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·
 
κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.
Ἰάσων
ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι,
 
ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· 620
 
σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ
 
φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.
Μήδεια
χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
 
αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
 
νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται— 625
← Önceki Epeisodion 2 · 6 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi