Epeisodion 1
Βασιλεύς
τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
265
χρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχη
δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.
270
ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια
γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
Χορός
βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος
ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·
275
καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλεύς
ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,
ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
280
καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσιν
εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα
285
παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.
καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα
ὑμᾶς. διδαχθεὶς δʼ ἂν τόδʼ εἰδείην πλέον,
ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.
290
Χορός
κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
Ἰὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί;
Βασιλεύς
ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
Χορός
μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
295