Epeisodion 2
Βασιλεύς
καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·
ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον
470
τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,
μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
475
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;
ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
480
κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος
ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
485
καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναός
πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,
490
αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας
εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως
495
στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος