Epeisodion 2
Δαναός
τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.
Βασιλεύς
στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.
500
ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.
Χορός
τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
505
Βασιλεύς
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χορός
καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
Βασιλεύς
λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε.
Χορός
καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
Βασιλεύς
οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν.
510
Χορός
ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
Βασιλεύς
εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χορός
οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
Βασιλεύς
ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον.
Χορός
σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
515
Βασιλεύς
ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·
καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους
520
λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν.
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι.
πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.