Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Eksodos

Θεράπων
δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται,
 
Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν,
 
ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην· 930
 
οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
 
ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι
 
ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν
 
πέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίαν
 
δαίμων ἔθηκε, καὶ μετέστησεν τύχην. 935
 
Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέτας
 
Διὸς τροπαίου καλλίνικον ἵστασαν·
 
ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν,
 
τέρψαι θέλοντες σὴν φρένʼ· ἐκ γὰρ εὐτυχοῦς
 
ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθʼ ὁρᾶν. 940
Ἀλκμήνη
ὦ μῖσος, ἥκεις; εἷλέ σʼ ἡ Δίκη χρόνῳ;
 
πρῶτον μὲν οὖν μοι δεῦρʼ ἐπίστρεψον κάρα
 
καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
 
ἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
 
ἐκεῖνος εἶ σύ — βούλομαι γὰρ εἰδέναι — 945
 
ὃς πολλὰ μὲν τὸν ὄνθʼ ὅπου ’στὶ νῦν ἐμὸν
 
παῖδʼ ἠξίωσας, ὦ πανοῦργʼ, ἐφυβρίσαι;
 
τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;
 
ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες,
 
ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγων 950
 
ἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰ
 
σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
 
κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
 
ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδος
 
ἤλαυνες ἱκέτας δαιμόνων καθημένους, 955
 
τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
 
ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον,
← Önceki bölüm Eksodos · 1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi