Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Eksodos

Ἀλκμήνη
τί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίαν 1045
 
κατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών,
 
κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε;
 
δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·
 
ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
 
κομίζετʼ αὐτόν, δμῶες· εἶτα χρὴ κυσὶν 1050
 
δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως
 
αὖθις πατρῴας ζῶν ἔμʼ ἐκβαλεῖς χθονός.
 
 
 
 
 
← Önceki Eksodos · 5 / 5 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi