Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 2

Μακαρία
ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
 
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
 
εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼ
 
κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.
Χορός
φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον 535
 
κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;
 
τούτων τίς ἂν λέξειε γενναίους λόγους
 
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;
Ἰόλαος
ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα,
 
ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς 540
 
πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι
 
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι.
 
ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω·
 
πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,
 
κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ· 545
 
σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
Μακαρία
οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ·
 
χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.
 
ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
 
χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ 550
 
δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ.
Ἰόλαος
φεῦ·
 
ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·
 
κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις
 
τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον. 555
 
οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον,
 
θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.
Μακαρία
σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος
 
τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.
 
ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ 560
← Önceki Epeisodion 2 · 6 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi