Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Stasimon 3

[Episode]
λῆμα μὲν οὔπω στόρνυσι χρόνος
Χορός
τὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον.
 
τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
 
σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν; 705
 
χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,
 
τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπως
 
ἥβην κτήσῃ πάλιν αὖθις.
Ἀλκμήνη
τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
 
λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς; 710
Ἰόλαος
ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.
Ἀλκμήνη
τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
Ἰόλαος
παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
Ἀλκμήνη
ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
Ἰόλαος
οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι. 715
Ἀλκμήνη
τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.
Ἰόλαος
καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.
Ἀλκμήνη
φεῦ·
 
Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
 
εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
Θεράπων
ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν, 720
 
φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας·
 
ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖ
 
μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,
 
νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
 
κόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως. 725
Ἰόλαος
καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχων
 
τεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην,
 
λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.
Θεράπων
ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
Ἰόλαος
ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον. 730
← Önceki bölüm Stasimon 3 · 1 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi