Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 5

[Episode]
τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια
Δαρεῖος
μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
 
ὑπερφρονήσας τὸν παρόντα δαίμονα 825
 
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
 
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
 
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
 
πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
 
πινύσκετʼ εὐλόγοισι νουθετήμασιν, 830
 
λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει.
 
σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
 
ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
 
λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ
 
κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι 835
 
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
 
ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
 
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
 
ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
 
ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμως 840
 
ψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν,
 
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
Χορός
ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι
 
ἤλγησʼ ἀκούσας βαρβάροισι πήματα.
Ἄτοσσα
ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ 845
 
ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,
 
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
 
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
 
ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
 
ὑπαντιάζειν παιδί μου πειράσομαι. 850
 
οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.
← Önceki Epeisodion 5 · 5 / 5 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi