Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 1

[Episode]
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
Χορός
Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε, 220
 
σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,
 
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
 
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
 
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.
 
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. 225
Ἄτοσσα
ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς
 
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.
 
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,
 
πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,
 
εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω, 230
 
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
Χορός
τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
Ἄτοσσα
ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
Χορός
πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
Ἄτοσσα
ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; 235
Χορός
καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
Ἄτοσσα
καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
Χορός
ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
Ἄτοσσα
πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
Χορός
οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί. 240
Ἄτοσσα
τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
Χορός
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι.
Ἄτοσσα
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
Χορός
ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
Ἄτοσσα
δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι. 245
Χορός
ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον.
 
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
 
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
← Önceki Epeisodion 1 · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi