Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 2

Ἄγγελος
Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ 320
 
νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
 
πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος,
 
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
 
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
 
κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς· 325
 
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
 
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
 
ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.
 
τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
 
πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά. 330
Ἄτοσσα
αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
 
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
 
ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν·
 
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
 
ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι 335
 
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Ἄγγελος
πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον
 
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
 
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
 
ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος· 340
 
Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
 
ὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχει
 
ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος.
 
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
 
ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν, 345
 
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
 
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
Ἄτοσσα
ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις;
Ἄγγελος
ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
← Önceki Epeisodion 2 · 2 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi