Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 2

Ἄγγελος
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς· 380
 
πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος,
 
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
 
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
 
καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς
 
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο· 385
 
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
 
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
 
πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
 
μολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμα
 
ἀντηλάλαξε νησιώτιδος πέτρας 390
 
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
 
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
 
παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
 
ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
 
σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν. 395
 
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
 
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
 
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
 
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
 
ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος 400
 
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
 
πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε,
 
ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ
 
παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,
 
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών. 405
 
καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος
 
ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή.
 
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
 
ἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ
← Önceki Epeisodion 2 · 4 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi