Thesauros Edebiyat Tragedya Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Prologos

Κράτος
καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
 
μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
πλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος
ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
 
στέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως. 65
Ἥφαιστος
αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
Κράτος
σὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερ
 
στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος
ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος
ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. 70
 
ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
δρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν.
Κράτος
ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
 
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος
καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. 75
Κράτος
ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·
 
ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
Ἥφαιστος
ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίαν
 
ὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι. 80
Ἥφαιστος
στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.
Κράτος
ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
 
συλῶν ἐφημέροισι προστίθει. τί σοι
 
οἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων;
 
ψευδωνύμως σε δαίμονες Προμηθέα 85
 
καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,
 
ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης.
Προμηθεύς
ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
 
ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
 
ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ, 90
← Önceki Prologos · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi