Thesauros Edebiyat Tragedya Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Stasimon 6

[Choral 3]
τάφων πατρῴων λαχαί.
Χορός
ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺς 915
 
προπέμπει δαϊκτὴρ γόος αὐ-
 
τόστονος, αὐτοπήμων,
 
δαϊόφρων δʼ·, οὐ φιλογαθής, ἐτύμως
 
δακρυχέων ἐκ φρενός, ἃ
 
κλαιομένας μου μινύθει 920
 
τοῖνδε δυοῖν ἀνάκτοιν.
 
πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν
 
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
 
ξένων τε πάντων στίχας
 
πολυφθόρους ἐν δαΐ. 925
 
δυσδαίμων σφιν ἁ τεκοῦσα
 
πρὸ πασᾶν γυναικῶν ὁπόσαι
 
τεκνογόνοι κέκληνται.
 
παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
 
τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ- 930
 
τασαν ὑπʼ ἀλλαλοφόνοις
 
χερσὶν ὁμοσπόροισιν.
[Choral 4]
ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
Χορός
διατομαῖς οὐ φίλοις,
 
ἔριδι μαινομένᾳ, 935
 
νείκεος ἐν τελευτᾷ.
 
πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ
 
ζόα φονορύτῳ
 
μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι.
 
πικρὸς λυτὴρ νεικέων ὁ πόντιος 940
 
ξεῖνος ἐκ πυρὸς συθεὶς
 
θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
 
κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
← Önceki Stasimon 6 · 4 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi