Thesauros Edebiyat Tragedya Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 4

[Choral 1]
ὀτοτοτοῖ πόποι δᾶ.
Κασάνδρα
Ὦπολλον Ὦπολλον.
Χορός
τί ταῦτʼ ἀνωτότυξας ἀμφὶ Λοξίου;
 
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν. 1075
Κασάνδρα
ὀτοτοτοῖ πόποι δᾶ.
 
Ὦπολλον Ὦπολλον.
Χορός
ἡ δʼ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
 
οὐδὲν προσήκοντʼ ἐν γόοις παραστατεῖν.
[Choral 2]
Ἄπολλον Ἄπολλον 1080
Κασάνδρα
ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.
 
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
Χορός
χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
 
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
Κασάνδρα
Ἄπολλον Ἄπολλον 1085
 
ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.
 
ἆ ποῖ ποτʼ ἤγαγές με; πρὸς ποίαν στέγην;
Χορός
πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδʼ ἐννοεῖς,
 
ἐγὼ λέγω σοι· καὶ τάδʼ οὐκ ἐρεῖς ψύθη.
[Choral 3]
μισόθεον μὲν οὖν, πολλὰ συνίστορα 1090
Κασάνδρα
αὐτόφονα κακὰ καρατόμα,
 
ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.
Χορός
ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
 
εἶναι, ματεύει δʼ ὧν ἀνευρήσει φόνον.
Κασάνδρα
μαρτυρίοισι γὰρ τοῖσδʼ ἐπιπείθομαι· 1095
 
κλαιόμενα τάδε βρέφη σφαγάς,
 
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χορός
τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
 
ἦμεν· προφήτας δʼ οὔτινας ματεύομεν.
[Choral 4]
ἰὼ πόποι, τί ποτε μήδεται; 1100
Κασάνδρα
τί τόδε νέον ἄχος μέγα
← Önceki bölüm Stasimon 4 · 1 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi