Thesauros Edebiyat Tragedya Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 4

[Choral 5]
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
Χορός
βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
 
πολυεπεῖς τέχναι θεσπιῳδὸν
 
φόβον φέρουσιν μαθεῖν. 1135
[Choral 6]
ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
Κασάνδρα
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
 
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
 
οὐδέν ποτʼ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
Χορός
φρενομανής τις εἶ θεοφόρητος, ἀμ- 1140
 
φὶ δʼ αὑτᾶς θροεῖς
 
νόμον ἄνομον, οἷά τις ξουθὰ
 
ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
 
Ἴτυν Ἴτυν στένουσʼ ἀμφιθαλῆ κακοῖς
 
ἀηδὼν βίον. 1145
Κασάνδρα
ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
 
περέβαλον γάρ οἱ πτεροφόρον δέμας
 
θεοὶ γλυκύν τʼ αἰῶνα κλαυμάτων ἄτερ·
 
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
Χορός
πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχεις 1150
 
ματαίους δύας,
 
τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
 
μελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις;
 
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
 
κακορρήμονας; 1155
[Choral 7]
ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
Κασάνδρα
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
 
τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαινʼ
 
ἠνυτόμαν τροφαῖς·
 
νῦν δʼ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους 1160
 
ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
← Önceki Stasimon 4 · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi