Thesauros Edebiyat Tragedya Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Epeisodion 5

Κασάνδρα
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
 
καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
 
τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼν 1240
 
ἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
Χορός
τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
 
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχει
 
κλύοντʼ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
 
τὰ δʼ ἄλλʼ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. 1245
Κασάνδρα
Ἀγαμέμνονός σέ φημʼ ἐπόψεσθαι μόρον.
Χορός
εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
Κασάνδρα
ἀλλʼ οὔτι παιὼν τῷδʼ ἐπιστατεῖ λόγῳ.
Χορός
οὔκ, εἴπερ ἔσται γʼ· ἀλλὰ μὴ γένοιτό πως.
Κασάνδρα
σὺ μὲν κατεύχῃ, τοῖς δʼ ἀποκτείνειν μέλει. 1250
Χορός
τίνος πρὸς ἀνδρὸς τοῦτʼ ἄγος πορσύνεται;
Κασάνδρα
ἦ κάρτα τἄρʼ ἂν παρεκόπης χρησμῶν ἐμῶν
Χορός
τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.
Κασάνδρα
καὶ μὴν ἄγαν γʼ Ἕλληνʼ ἐπίσταμαι φάτιν.
Χορός
καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δʼ ὅμως. 1255
Κασάνδρα
παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.
 
ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
 
αὕτη δίπους λέαινα συγκοιμωμένη
 
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
 
κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον 1260
 
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
 
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
 
ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
 
τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,
 
καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; 1265
 
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
 
ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.
← Önceki Epeisodion 5 · 3 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi