Thesauros Edebiyat Tragedya Χοηφóρoι

Χοηφóρoι

Χοηφóρoι Aeschylus

Epeisodion 2

Ὀρέστης
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
 
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων. 480
Ἠλέκτρα
κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
 
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον.
Ὀρέστης
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
 
κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ
 
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. 485
Ἠλέκτρα
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
 
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
 
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
Ὀρέστης
ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην.
Ἠλέκτρα
ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος. 490
Ὀρέστης
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
Ἠλέκτρα
μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν.
Ὀρέστης
πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.
Ἠλέκτρα
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
Ὀρέστης
ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ; 495
Ἠλέκτρα
ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
Ὀρέστης
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
 
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
 
εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.
Ἠλέκτρα
καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ, 500
 
ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·
 
οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,
 
καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
 
οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·
 
παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι 505
 
θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,
 
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
 
ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.
← Önceki bölüm Epeisodion 2 · 1 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi