Epeisodion 2
Χορός
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
Ὀρέστης
ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
540
τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,
545
θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
550
Χορός
τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι.
γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
555
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
θανόντες, καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
560
ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
565
δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν·