Thesauros Edebiyat Tragedya Χοηφóρoι

Χοηφóρoι

Χοηφóρoι Aeschylus

Epeisodion 3

Ὀρέστης
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
 
τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;
 
τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ, 655
 
εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.
Οἰκέτης
εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
Ὀρέστης
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
 
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
 
τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται 660
 
σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι
 
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
 
ἐξελθέτω τις δωμάτων τελεσφόρος
 
γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·
 
αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους 665
 
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
 
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμνήστρα
ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
 
ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,
 
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία 670
 
στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.
 
εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
 
ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν
Ὀρέστης
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
 
στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ 675
 
εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,
 
ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,
 
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
 
Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
 
ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις, 680
 
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
 
τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
← Önceki bölüm Epeisodion 3 · 1 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi