Epeisodion 3
Ὀρέστης
εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
685
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.
690
Κλυταιμνήστρα
οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.
ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
695
καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
Ὀρέστης
ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν
700
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
705
καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμνήστρα
οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.
ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένους
710
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,