Thesauros Edebiyat Tragedya Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Stasimon 1

Χορός
οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος
 
ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον 300
 
ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν,
 
ἀναίματον βόσκημα δαιμόνων, σκιάν.
 
οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους,
 
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
 
καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς· 305
 
ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν.
[Choral]
ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
Χορός
μοῦσαν στυγερὰν
 
ἀποφαίνεσθαι δεδόκηκεν,
 
λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπους 310
 
ὡς ἐπινωμᾷ στάσις ἁμά.
 
εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι·
 
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼ
 
οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν,
 
ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ· 315
 
ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ
 
χεῖρας φονίας ἐπικρύπτει,
 
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
 
παραγιγνόμεναι πράκτορες αἵματος
 
αὐτῷ τελέως ἐφάνημεν. 320
[Choral 1]
μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερ
Χορός
Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
 
ποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ-
 
νίς μʼ ἄτιμον τίθησιν
 
τόνδʼ ἀφαιρούμενος 325
 
πτῶκα, ματρῷον ἅ-
 
γνισμα κύριον φόνου.
 
ἐπὶ δὲ τῷ τεθυμένῳ
← Önceki bölüm Stasimon 1 · 1 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi