Thesauros Edebiyat Tragedya Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 2

Ὀρέστης
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
 
ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν
 
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
 
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν 460
 
κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
 
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
 
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
 
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
 
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, 465
 
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
 
εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους.
 
σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
 
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.
Ἀθηνᾶ
τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε 470
 
βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
 
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
 
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
 
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·
 
οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει. 475
 
αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
 
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
 
χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
 
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
 
τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν 480
 
πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί.
 
ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε,
 
φόνων δικαστὰς ὁρκίους αἱρουμένη
 
θεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.
 
ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια 485
 
καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα·
← Önceki Epeisodion 2 · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi