Stasimon 5
[Episode]
ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
Ἄρτεμις
ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
1430
σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲ
θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
1435
Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.
καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.
Ἱππόλυτος
χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·
1440
μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν·
καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·
λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.
1445
Θησεύς
οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;
Ἱππόλυτος
ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
Θησεύς
ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
Ἱππόλυτος
οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.
Θησεύς
τί φῄς; ἀφίης αἵματός μ’ ἐλεύθερον;
1450
Ἱππόλυτος
τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
Θησεύς
ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.
Ἱππόλυτος
τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
1455
Θησεύς
οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
Ἱππόλυτος
ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
Θησεύς
μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.
Ἱππόλυτος
κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.
κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.