Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Parodos

[Choral 2]
χέρσον θ’ ὑπὲρ πελάγους
Χορός
δίναις ἐν νοτίαις ἅλμας. 150
 
— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
 
ἀρχαγόν, τὸν εὐπατρίδαν,
 
ποιμαίνει τις ἐν οἴκοις κρυ-
 
πτὰ κοίτα λεχέων σῶν;
 
— ἢ ναυβάτας τις ἔπλευσεν Κρή- 155
 
τας ἔξορμος ἀνὴρ λιμένα
 
τὸν εὐξεινότατον ναύταις,
 
φήμαν πέμπων βασιλείᾳ,
 
λύπᾳ δ’ ὑπὲρ παθέων
 
εὐναία δέδεται ψυχά; 160
[Choral]
— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν
Χορός
ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,
 
ὠδινῶν τε καὶ ἀφροσύνας.
 
δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’ 165
 
αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν
 
τόξων μεδέουσαν ἀύτευν
 
Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
 
σὺν θεοῖσι φοιτᾷ.
← Önceki Parodos · 4 / 4 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi