Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
Τροφός
νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς 435
 
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
 
οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου
 
πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.
 
ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.
 
κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς; 440
 
οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
 
ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών·
 
Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ·
 
ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,
 
ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα, 445
 
τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.
 
φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ
 
κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·
 
ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον
 
οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι. 450
 
ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
 
ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,
 
ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων
 
Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε
 
ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως 455
 
ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ
 
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
 
στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
 
σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα
 
πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς 460
 
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
 
πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν
 
νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
← Önceki Stasimon 1 · 10 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi