Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
Τροφός
συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ 465
 
τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
 
οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
 
οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι
 
καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην
 
πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς; 470
 
ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
 
ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.
 
ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
 
λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις
 
τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν· 475
 
τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.
 
νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.
 
εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·
 
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
 
ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν, 480
 
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Χορός
Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
 
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
 
ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων
 
τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν. 485
Φαίδρα
τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
 
δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
 
οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
 
ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τροφός
τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων 490
 
δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον,
 
τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
 
εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος
← Önceki Stasimon 1 · 11 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi