Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
καὶ γυμνασίων τῶν ἱπποκρότων,
Φαίδρα
εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις, 230
 
πώλους Ἐνέτας δαμαλιζομένα.
Τροφός
τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;
 
νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας
 
πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις
 
ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι. 235
 
τάδε μαντείας ἄξια πολλῆς,
 
ὅστις σε θεῶν ἀνασειράζει
 
καὶ παρακόπτει φρένας, ὦ παῖ.
Φαίδρα
δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;
 
ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς; 240
 
ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
 
φεῦ φεῦ, τλήμων.
 
μαῖα, πάλιν μου κρύψον κεφαλήν,
 
αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
 
κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει, 245
 
καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.
 
τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·
 
τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
 
μὴ γιγνώσκοντ’ ἀπολέσθαι.
Τροφός
κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος 250
 
σῶμα καλύψει;
 
πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος.
 
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
 
φιλίας θνητοὺς ἀνακίρνασθαι
 
καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, 255
 
εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν
 
ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.
 
τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν
← Önceki Stasimon 1 · 3 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi