Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
Τροφός
τῆσδ’ ὑπεραλγῶ. 260
 
βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις
 
φασὶ σφάλλειν πλέον ἢ τέρπειν
 
τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.
 
οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
 
τοῦ μηδὲν ἄγαν· 265
 
καὶ ξυμφήσουσι σοφοί μοι.
Χορός
γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ
 
Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,
 
ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
 
σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν. 270
Τροφός
οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.
Χορός
οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
Τροφός
ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.
Χορός
ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
Τροφός
πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν; 275
Χορός
πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;
Τροφός
θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.
Χορός
θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.
Τροφός
κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
Χορός
ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων; 280
Τροφός
ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
Χορός
σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
 
νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
Τροφός
ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·
 
οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας, 285
 
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς
 
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
 
ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
← Önceki Stasimon 1 · 4 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi