Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
Χορός
ἔπαθες, εἰργάσω
 
τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.
 
— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’
 
ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς
 
πάλαισμα μελέας. 815
 
— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
[Episode 1]
ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,
Θησεύς
τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,
 
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
 
κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός. 820
 
κατακονὰ μὲν οὖν ἀβίοτος βίου·
 
κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ
 
τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,
 
μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
 
τίνα λόγον τάλας, τίνα τύχαν σέθεν
 
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
 
ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
 
πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
 
αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη. 830
 
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
 
τύχαν δαιμόνων
 
ἀμπλακίαισι τῶν πάροιθέν τινος.
Χορός
οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
 
πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος. 835
Θησεύς
τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
 
μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,
 
τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
 
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
 
τίνος κλύω; πόθεν θανάσιμος τύχα, 840
← Önceki bölüm Stasimon 3 · 1 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi