Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Choral 1]
τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·
Χορός
δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη· 1115
 
ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ
 
βίον συνευτυχοίην.
[Choral 2]
οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ- 1120
Χορός Κυνηγῶν
σων, 1120
 
ἐπεὶ τὸν Ἑλλανίας
 
φανερώτατον ἀστέρ’ Ἀθήνας
 
εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς
 
ἄλλαν ἐπ’ αἶαν ἱέμενον. 1125
 
ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,
 
ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν
 
ὠκυπόδων μέτα θῆρας ἔναιρεν
 
Δίκτυνναν ἀμφὶ σεμνάν. 1130
Χορός
οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ
 
τὸν ἀμφὶ Λίμνας τρόχον
 
κατέχων ποδὶ γυμνάδος ἵππου.
 
μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν
 
λήξει πατρῷον ἀνὰ δόμον· 1135
 
ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι
 
Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·
 
νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷ
 
λέκτρων ἅμιλλα κούραις.
[Choral]
— ἐγὼ δὲ σᾷ δυστυχίᾳ
Χορός
δάκρυσι διοίσω πότμον
 
ἄποτμον· ὦ τάλαινα μᾶ-
 
τερ, ἔτεκες ἀνόνατα· φεῦ· 1145
 
μανίω θεοῖσιν·
 
ἰὼ ἰώ·
 
συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς
← Önceki Stasimon 3 · 11 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi