Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode 1]
γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;
Θησεύς
εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
 
στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
 
ὤμοι μοι σέθεν,
 
μέλεος, οἷον εἶδον ἄλγος δόμων, 845
 
οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·
 
ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.
 
ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα
 
γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ
 
φέγγος ἀελίου 850
 
τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.
[Episode]
ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.
Χορός
δάκρυσί μου βλέφαρα
 
καταχυθέντα τέγγεται σᾷ τύχᾳ·
 
τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι. 855
Θησεύς
ἔα ἔα·
 
τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς
 
ἠρτημένη; θέλει τι σημῆναι νέον;
 
ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
 
ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
 
θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως 860
 
οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.
 
καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
 
τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με.
 
φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων
 
ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει. 865
Χορός
— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς
 
ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν
 
ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.
 
— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,
← Önceki Stasimon 3 · 2 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi