Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ 900
Χορός
Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.
Ἱππόλυτος
κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
 
σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις
 
οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
 
ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ, 905
 
νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·
 
ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
 
οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
 
τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;
 
πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα. 910
 
σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς·
 
ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
 
κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
 
οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλους
 
κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας. 915
Θησεύς
ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
 
τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
 
καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
 
ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,
 
φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς; 920
Ἱππόλυτος
δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
 
τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.
 
ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
 
δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.
Θησεύς
φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον 925
 
σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
 
ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
 
δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
 
τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,
← Önceki Stasimon 3 · 4 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi