Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι 960
Θησεύς
τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;
 
μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον
 
τοῖς γνησίοισι πολέμιον πεφυκέναι·
 
κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,
 
εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν. 965
 
ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
 
γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους,
 
οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
 
ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·
 
τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον. 970
 
νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
 
νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
 
ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,
 
καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
 
μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ. 975
 
εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,
 
οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ
 
κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,
 
οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
 
φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν. 980
Χορός
οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα
 
θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
Ἱππόλυτος
πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν
 
δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους,
 
εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε. 985
 
ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
 
ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
 
ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
 
φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.
← Önceki Stasimon 3 · 6 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi