Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
κρείσσω δίδωσι τῆς τυραννίδος χάριν. 1020
Ἱππόλυτος
ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·
 
εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ,
 
καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,
 
ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
 
νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς 1025
 
ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων
 
μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.
 
ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος,
 
ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,
 
καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου 1030
 
σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.
 
εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον
 
οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.
 
ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν,
 
ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα. 1035
Χορός
ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
 
ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θησεύς
ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,
 
ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
 
ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας; 1040
Ἱππόλυτος
καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
 
εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,
 
ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,
 
εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.
Θησεύς
ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ. 1045
 
ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·
 
ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
 
ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —
 
ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον·
← Önceki Stasimon 3 · 8 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi