Epeisodion 4
Χορός
— καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ
σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.
Ἄγγελος
ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν
εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι
σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω;
1155
Χορός
ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.
Ἄγγελος
Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον
σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν
ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.
Θησεύς
τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα
1160
δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;
Ἄγγελος
Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·
δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
Θησεύς
πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος,
ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ;
1165
Ἄγγελος
οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος
ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ
πόντου κρέοντι παιδὸς ἠράσω πέρι.
Θησεύς
ὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ
ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
1170
πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκης
ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ;
Ἄγγελος
ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων
1175
ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα
Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
ἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπους
φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις.
1180