Epeisodion 4
Ἄγγελος
χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·
Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.
ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,
δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.
τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
1185
καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.
μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,
αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.
καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·
1190
Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ·
αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
ἤτοι θανόντας ἢ φάος δεδορκότας.
κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
πώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματος
1195
πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ
τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.
ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,
ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς
πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.
1200
ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς
βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·
ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν
ἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς
πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους
1205
ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
κῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθη
Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν·
ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.
κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν
1210