Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Prologos

Ἀνδρομάχη
χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ
 
θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,
 
πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ
 
γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
 
ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. 95
 
πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
 
πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα
 
στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην
 
δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως.
 
χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, 100
 
πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς
 
ὅπως περάσας ἡμέραν ἥξει κάτω.
[Episode]
Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν
Ἀνδρομάχη
ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν.
 
ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον 105
 
εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης
 
καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη
 
εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·
 
αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
 
δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. 110
 
πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον
 
ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
 
ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
 
Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα
 
πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα 115
 
τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
← Önceki Prologos · 4 / 4 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi